<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="40">Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας.</l><l n="41">ἔγρετο δʼ ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτʼ ὀμφή·</l><l n="42">ἕζετο δʼ ὀρθωθείς, μαλακὸν δʼ ἔνδυνε χιτῶνα</l><l n="43">καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος·</l><l n="44">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="45">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον·</l><l n="46">εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ</l><l n="47">σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων·</l><l n="48"><milestone ed="P" unit="para"/>ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον</l><l n="49">Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν·</l><l n="50">αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε</l><l n="51">κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς·</l><l n="52">οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα·</l><l n="53"><milestone ed="P" unit="para"/>βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων</l><l n="54">Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος·</l><l n="55">τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·</l><q><l n="56">κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος</l><l n="57">ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ</l><l n="58">εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐῴκει·</l><l n="59">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν·</l><q><l n="60">εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·</l><l n="61">οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,</l><l n="62">ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·</l><l n="63">νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,</l><l n="64">ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει·</l><l n="65">θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς</l></q></q></div></div></body></text></TEI>