<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="399">κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο.</l><l n="400">ἄλλος δʼ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων</l><l n="401">εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος.</l><l n="402">αὐτὰρ ὃ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="403">πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι,</l><l n="404">κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν,</l><l n="405">Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα,</l><l n="406">αὐτὰρ ἔπειτʼ Αἴαντε δύω καὶ Τυδέος υἱόν,</l><l n="407">ἕκτον δʼ αὖτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον.</l><l n="408">αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος·</l><l n="409">ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.</l><l n="410">βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο·</l><l n="411">τοῖσιν δʼ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων·</l><q><l n="412">Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων</l><l n="413">μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν</l><l n="414">πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον</l><l n="415">αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα,</l><l n="416">Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι</l></q></div></div></body></text></TEI>