<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><q><l n="390">ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων.</l><l n="391">ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω</l><l n="392">μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα</l><l n="393">ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς.</l></q><l n="394"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον ὡς ὅτε κῦμα</l><l n="395">ἀκτῇ ἐφʼ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών,</l><l n="396">προβλῆτι σκοπέλῳ· τὸν δʼ οὔ ποτε κύματα λείπει</l><l n="397">παντοίων ἀνέμων, ὅτʼ ἂν ἔνθʼ ἢ ἔνθα γένωνται.</l><l n="398">ἀνστάντες δʼ ὀρέοντο κεδασθέντες κατὰ νῆας,</l><l n="399">κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο.</l><l n="400">ἄλλος δʼ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων</l><l n="401">εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος.</l><l n="402">αὐτὰρ ὃ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="403">πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι,</l><l n="404">κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν,</l><l n="405">Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα,</l><l n="406">αὐτὰρ ἔπειτʼ Αἴαντε δύω καὶ Τυδέος υἱόν,</l><l n="407">ἕκτον δʼ αὖτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον.</l><l n="408">αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος·</l><l n="409">ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.</l><l n="410">βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο·</l><l n="411">τοῖσιν δʼ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων·</l><q><l n="412">Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων</l><l n="413">μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν</l><l n="414">πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον</l><l n="415">αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα,</l><l n="416">Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι</l><l n="417">χαλκῷ ῥωγαλέον· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι</l><l n="418">πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.</l><milestone ed="p" n="419" unit="card"/></q><l n="419"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων,</l><l n="420">ἀλλʼ ὅ γε δέκτο μὲν ἱρά, πόνον δʼ ἀμέγαρτον ὄφελλεν.</l><l n="421">αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,</l><l n="422">αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,</l><l n="423">μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν</l><l n="424">δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.</l><l n="425">καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον,</l><l n="426">σπλάγχνα δʼ ἄρʼ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.</l><l n="427">αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,</l><l n="428">μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,</l><l n="429">ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.</l><l n="430">αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα</l><l n="431">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.</l><l n="432">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="433">τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="434">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,</l><l n="435">μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα, μηδʼ ἔτι δηρὸν</l><l n="436">ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει.</l><l n="437">ἀλλʼ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων</l><l n="438">λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας,</l><l n="439">ἡμεῖς δʼ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν</l><l n="440">ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα.</l></q><l n="441"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.</l><l n="442">αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε</l><l n="443">κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς·</l><l n="444">οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.</l><l n="445">οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες</l><l n="446">θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη</l><l n="447">αἰγίδʼ ἔχουσʼ ἐρίτιμον ἀγήρων ἀθανάτην τε,</l><l n="448">τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται,</l><l n="449">πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος·</l><l n="450">σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν</l><l n="451">ὀτρύνουσʼ ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ</l><l n="452">καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.</l><l n="453">τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι</l><l n="454">ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.</l><l n="455"><milestone ed="P" unit="para"/>ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην</l><l n="456">οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή,</l><l n="457">ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο</l><l n="458">αἴγλη παμφανόωσα διʼ αἰθέρος οὐρανὸν ἷκε.</l><milestone ed="p" n="459" unit="card"/><l n="459"><milestone ed="P" unit="para"/>τῶν δʼ ὥς τʼ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ</l><l n="460">χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων</l><l n="461">Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα</l><l n="462">ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι</l><l n="463">κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών,</l><l n="464">ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων</l><l n="465">ἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν</l><l n="466">σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων.</l><l n="467">ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι</l><l n="468">μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ.</l><l n="469"><milestone ed="P" unit="para"/>ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ</l><l n="470">αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν</l><l n="471">ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει,</l><l n="472">τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ</l><l n="473">ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες.</l><l n="474"><milestone ed="P" unit="para"/>τοὺς δʼ ὥς τʼ αἰπόλια πλατέʼ αἰγῶν αἰπόλοι ἄνδρες</l><l n="475">ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν,</l><l n="476">ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα</l><l n="477">ὑσμίνην δʼ ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων</l><l n="478">ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ,</l><l n="479">Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.</l><l n="480">ἠΰτε βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων</l><l n="481">ταῦρος· ὃ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι·</l><l n="482">τοῖον ἄρʼ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ</l><l n="483">ἐκπρεπέʼ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν.</l><l n="484"><milestone ed="P" unit="para"/>ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι·</l><l n="485">ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα,</l><l n="486">ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν·</l><l n="487">οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·</l><l n="488">πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,</l><l n="489">οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν,</l><l n="490">φωνὴ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη,</l><l n="491">εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο</l><l n="492">θυγατέρες μνησαίαθʼ ὅσοι ὑπὸ Ἴλιον ἦλθον·</l><l n="493">ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας.</l><l n="494"><milestone ed="P" unit="para"/>Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον</l><l n="495">Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε,</l><l n="496">οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν</l><l n="497">Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν,</l><l n="498">Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν,</l><l n="499">οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς,</l><l n="500">οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα,</l><l n="501">Ὠκαλέην Μεδεῶνά τʼ ἐϋκτίμενον πτολίεθρον,</l><l n="502">Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην,</l><l n="503">οἵ τε Κορώνειαν καὶ ποιήενθʼ Ἁλίαρτον,</l><l n="504">οἵ τε Πλάταιαν ἔχον ἠδʼ οἳ Γλισᾶντʼ ἐνέμοντο,</l><l n="505">οἵ θʼ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον,</l><l n="506">Ὀγχηστόν θʼ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος,</l><l n="507">οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν</l><l n="508">Νῖσάν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν·</l><l n="509">τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ</l><l n="510">κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον.</l><milestone ed="p" n="511" unit="card"/><l n="511"><milestone ed="P" unit="para"/>οἳ δʼ Ἀσπληδόνα ναῖον ἰδʼ Ὀρχομενὸν Μινύειον,</l><l n="512">τῶν ἦρχʼ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος</l><l n="513">οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο,</l><l n="514">παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα</l><l n="515">Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ·</l><l n="516">τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.</l><l n="517"><milestone ed="P" unit="para"/>αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον</l><l n="518">υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο,</l><l n="519">οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν</l><l n="520">Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα,</l><l n="521">οἵ τʼ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο,</l><l n="522">οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,</l><l n="523">οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο·</l><l n="524">τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="525">οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες,</l><l n="526">Βοιωτῶν δʼ ἔμπλην ἐπʼ ἀριστερὰ θωρήσσοντο.</l><l n="527"><milestone ed="P" unit="para"/>Λοκρῶν δʼ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας</l><l n="528">μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας</l><l n="529">ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ,</l><l n="530">ἐγχείῃ δʼ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς·</l><l n="531">οἳ Κῦνόν τʼ ἐνέμοντʼ Ὀπόεντά τε Καλλίαρόν τε</l><l n="532">Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς</l><l n="533">Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα·</l><l n="534">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο</l><l n="535">Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης.</l><l n="536"><milestone ed="P" unit="para"/>οἳ δʼ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες</l><l n="537">Χαλκίδα τʼ Εἰρέτριάν τε πολυστάφυλόν θʼ Ἱστίαιαν</l><l n="538">Κήρινθόν τʼ ἔφαλον Δίου τʼ αἰπὺ πτολίεθρον,</l><l n="539">οἵ τε Κάρυστον ἔχον ἠδʼ οἳ Στύρα ναιετάασκον,</l><l n="540">τῶν αὖθʼ ἡγεμόνευʼ Ἐλεφήνωρ ὄζος Ἄρηος</l><l n="541">Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων.</l><l n="542">τῷ δʼ ἅμʼ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες</l><l n="543">αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι</l><l n="544">θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι·</l><l n="545">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><milestone ed="p" n="546" unit="card"/><l n="546"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον</l><l n="547">δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη</l><l n="548">θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα,</l><l n="549">κὰδ δʼ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ·</l><l n="550">ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται</l><l n="551">κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν·</l><l n="552">τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς.</l><l n="553">τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ</l><l n="554">κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας·</l><l n="555">Νέστωρ οἶος ἔριζεν· ὃ γὰρ προγενέστερος ἦεν·</l><l n="556">τῷ δʼ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="557"><milestone ed="P" unit="para"/>Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,</l><l n="558">στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες.</l><l n="559"><milestone ed="P" unit="para"/>οἳ δʼ Ἄργός τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν</l><l n="560">Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας,</l><l n="561">Τροιζῆνʼ Ἠϊόνας τε καὶ ἀμπελόεντʼ Ἐπίδαυρον,</l><l n="562">οἵ τʼ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν,</l><l n="563">τῶν αὖθʼ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης</l><l n="564">καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός·</l><l n="565">τοῖσι δʼ ἅμʼ Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς</l><l n="566">Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος·</l><l n="567">συμπάντων δʼ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης·</l><l n="568">τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="569"><milestone ed="P" unit="para"/>οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον</l><l n="570">ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς,</l><l n="571">Ὀρνειάς τʼ ἐνέμοντο Ἀραιθυρέην τʼ ἐρατεινὴν</l><l n="572">καὶ Σικυῶνʼ, ὅθʼ ἄρʼ Ἄδρηστος πρῶτʼ ἐμβασίλευεν,</l><l n="573">οἵ θʼ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν</l><l n="574">Πελλήνην τʼ εἶχον ἠδʼ Αἴγιον ἀμφενέμοντο</l><l n="575">Αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν,</l><l n="576">τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων</l><l n="577">Ἀτρεΐδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι</l><l n="578">λαοὶ ἕποντʼ· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν</l><l n="579">κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν</l><l n="580">οὕνεκʼ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς.</l><milestone ed="p" n="581" unit="card"/><l n="581"><milestone ed="P" unit="para"/>οἳ δʼ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν,</l><l n="582">Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην,</l><l n="583">Βρυσειάς τʼ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς,</l><l n="584">οἵ τʼ ἄρʼ Ἀμύκλας εἶχον Ἕλος τʼ ἔφαλον πτολίεθρον,</l><l n="585">οἵ τε Λάαν εἶχον ἠδʼ Οἴτυλον ἀμφενέμοντο,</l><l n="586">τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος</l><l n="587">ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο·</l><l n="588">ἐν δʼ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς</l><l n="589">ὀτρύνων πόλεμον δέ· μάλιστα δὲ ἵετο θυμῷ</l><l n="590">τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε.</l><l n="591"><milestone ed="P" unit="para"/>οἳ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν</l><l n="592">καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἰπὺ</l><l n="593">καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον</l><l n="594">καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι</l><l n="595">ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς</l><l n="596">Οἰχαλίηθεν ἰόντα παρʼ Εὐρύτου Οἰχαλιῆος·</l><l n="597">στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ</l><l n="598">Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο·</l><l n="599">αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν</l><l n="600">θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν·</l><l n="601">τῶν αὖθʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ·</l><l n="602">τῷ δʼ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.</l><l n="603"><milestone ed="P" unit="para"/>οἳ δʼ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ</l><l n="604">Αἰπύτιον παρὰ τύμβον ἵνʼ ἀνέρες ἀγχιμαχηταί,</l><l n="605">οἳ Φενεόν τʼ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον</l><l n="606">Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην</l><l n="607">καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν</l><l n="608">Στύμφηλόν τʼ εἶχον καὶ Παρρασίην ἐνέμοντο,</l><l n="609">τῶν ἦρχʼ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ</l><l n="610">ἑξήκοντα νεῶν· πολέες δʼ ἐν νηῒ ἑκάστῃ</l><l n="611">Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.</l><l n="612">αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="613">νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον</l><l n="614">Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.</l><milestone ed="p" n="615" unit="card"/><l n="615"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον</l><l n="616">ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα</l><l n="617">πέτρη τʼ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,</l><l n="618">τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δʼ ἀνδρὶ ἑκάστῳ</l><l n="619">νῆες ἕποντο θοαί, πολέες δʼ ἔμβαινον Ἐπειοί.</l><l n="620">τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην</l><l n="621">υἷες ὃ μὲν Κτεάτου, ὃ δʼ ἄρʼ Εὐρύτου, Ἀκτορίωνε·</l><l n="622">τῶν δʼ Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης·</l><l n="623">τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς</l><l n="624">υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος.</l><l n="625"><milestone ed="P" unit="para"/>οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων</l><l n="626">νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα,</l><l n="627">τῶν αὖθʼ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ</l><l n="628">Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς,</l><l n="629">ὅς ποτε Δουλίχιον δʼ ἀπενάσσατο πατρὶ χολωθείς·</l><l n="630">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="631"><milestone ed="P" unit="para"/>αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους,</l><l n="632">οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον</l><l n="633">καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν,</l><l n="634">οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο,</l><l n="635">οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο·</l><l n="636">τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος·</l><l n="637">τῷ δʼ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.</l><l n="638"><milestone ed="P" unit="para"/>Αἰτωλῶν δʼ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός,</l><l n="639">οἳ Πλευρῶνʼ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην</l></div></div></body></text></TEI>