ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων. ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς. ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον ὡς ὅτε κῦμα ἀκτῇ ἐφʼ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών, προβλῆτι σκοπέλῳ· τὸν δʼ οὔ ποτε κύματα λείπει παντοίων ἀνέμων, ὅτʼ ἂν ἔνθʼ ἢ ἔνθα γένωνται. ἀνστάντες δʼ ὀρέοντο κεδασθέντες κατὰ νῆας, κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο. ἄλλος δʼ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος. αὐτὰρ ὃ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι, κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν, Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα, αὐτὰρ ἔπειτʼ Αἴαντε δύω καὶ Τυδέος υἱόν, ἕκτον δʼ αὖτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον. αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος· ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο. βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο· τοῖσιν δʼ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων· Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα, Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι χαλκῷ ῥωγαλέον· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν. ὣς ἔφατʼ, οὐδʼ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων, ἀλλʼ ὅ γε δέκτο μὲν ἱρά, πόνον δʼ ἀμέγαρτον ὄφελλεν. αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν, μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν. καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον, σπλάγχνα δʼ ἄρʼ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο. αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο, μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν, ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον, μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα, μηδʼ ἔτι δηρὸν ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει. ἀλλʼ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας, ἡμεῖς δʼ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων. αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς· οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα. οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη αἰγίδʼ ἔχουσʼ ἐρίτιμον ἀγήρων ἀθανάτην τε, τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται, πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος· σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν ὀτρύνουσʼ ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν. ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή, ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο αἴγλη παμφανόωσα διʼ αἰθέρος οὐρανὸν ἷκε. τῶν δʼ ὥς τʼ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών, ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων ἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων. ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ. ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει, τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες. τοὺς δʼ ὥς τʼ αἰπόλια πλατέʼ αἰγῶν αἰπόλοι ἄνδρες ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν, ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα ὑσμίνην δʼ ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ, Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι. ἠΰτε βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων ταῦρος· ὃ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι· τοῖον ἄρʼ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ ἐκπρεπέʼ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν. ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι· ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα, ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν· οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν· πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω, οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν, φωνὴ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη, εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο θυγατέρες μνησαίαθʼ ὅσοι ὑπὸ Ἴλιον ἦλθον· ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας. Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε, οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν, Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν, οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς, οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα, Ὠκαλέην Μεδεῶνά τʼ ἐϋκτίμενον πτολίεθρον, Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην, οἵ τε Κορώνειαν καὶ ποιήενθʼ Ἁλίαρτον, οἵ τε Πλάταιαν ἔχον ἠδʼ οἳ Γλισᾶντʼ ἐνέμοντο, οἵ θʼ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον, Ὀγχηστόν θʼ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος, οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν Νῖσάν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν· τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον. οἳ δʼ Ἀσπληδόνα ναῖον ἰδʼ Ὀρχομενὸν Μινύειον, τῶν ἦρχʼ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο, παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ· τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο, οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα, οἵ τʼ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο, οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον, οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο· τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες, Βοιωτῶν δʼ ἔμπλην ἐπʼ ἀριστερὰ θωρήσσοντο. Λοκρῶν δʼ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ, ἐγχείῃ δʼ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς· οἳ Κῦνόν τʼ ἐνέμοντʼ Ὀπόεντά τε Καλλίαρόν τε Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα· τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης. οἳ δʼ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες Χαλκίδα τʼ Εἰρέτριάν τε πολυστάφυλόν θʼ Ἱστίαιαν Κήρινθόν τʼ ἔφαλον Δίου τʼ αἰπὺ πτολίεθρον, οἵ τε Κάρυστον ἔχον ἠδʼ οἳ Στύρα ναιετάασκον, τῶν αὖθʼ ἡγεμόνευʼ Ἐλεφήνωρ ὄζος Ἄρηος Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων. τῷ δʼ ἅμʼ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι