<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><q><l n="384">εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,</l><l n="385">ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηϊ.</l><l n="386">οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδʼ ἠβαιὸν</l><l n="387">εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.</l><l n="388">ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν</l><l n="389">ἀσπίδος ἀμφιβρότης, περὶ δʼ ἔγχεϊ χεῖρα καμεῖται·</l><l n="390">ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων.</l><l n="391">ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω</l><l n="392">μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα</l><l n="393">ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς.</l></q><l n="394"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον ὡς ὅτε κῦμα</l><l n="395">ἀκτῇ ἐφʼ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών,</l><l n="396">προβλῆτι σκοπέλῳ· τὸν δʼ οὔ ποτε κύματα λείπει</l><l n="397">παντοίων ἀνέμων, ὅτʼ ἂν ἔνθʼ ἢ ἔνθα γένωνται.</l><l n="398">ἀνστάντες δʼ ὀρέοντο κεδασθέντες κατὰ νῆας,</l><l n="399">κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο.</l><l n="400">ἄλλος δʼ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων</l><l n="401">εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος.</l><l n="402">αὐτὰρ ὃ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="403">πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι,</l><l n="404">κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν,</l><l n="405">Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα,</l><l n="406">αὐτὰρ ἔπειτʼ Αἴαντε δύω καὶ Τυδέος υἱόν,</l><l n="407">ἕκτον δʼ αὖτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον.</l><l n="408">αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος·</l><l n="409">ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.</l><l n="410">βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο·</l><l n="411">τοῖσιν δʼ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων·</l><q><l n="412">Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων</l><l n="413">μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν</l><l n="414">πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον</l><l n="415">αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα,</l><l n="416">Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι</l><l n="417">χαλκῷ ῥωγαλέον· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι</l><l n="418">πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.</l><milestone ed="p" n="419" unit="card"/></q><l n="419"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων,</l><l n="420">ἀλλʼ ὅ γε δέκτο μὲν ἱρά, πόνον δʼ ἀμέγαρτον ὄφελλεν.</l><l n="421">αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,</l><l n="422">αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,</l><l n="423">μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν</l><l n="424">δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.</l><l n="425">καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον,</l><l n="426">σπλάγχνα δʼ ἄρʼ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.</l><l n="427">αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,</l><l n="428">μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,</l><l n="429">ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.</l><l n="430">αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα</l><l n="431">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.</l><l n="432">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="433">τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="434">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,</l><l n="435">μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα, μηδʼ ἔτι δηρὸν</l><l n="436">ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει.</l><l n="437">ἀλλʼ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων</l><l n="438">λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας,</l><l n="439">ἡμεῖς δʼ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν</l><l n="440">ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα.</l></q><l n="441"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.</l><l n="442">αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε</l><l n="443">κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς·</l><l n="444">οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.</l><l n="445">οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες</l><l n="446">θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη</l><l n="447">αἰγίδʼ ἔχουσʼ ἐρίτιμον ἀγήρων ἀθανάτην τε,</l></div></div></body></text></TEI>