εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω, ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηϊ. οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδʼ ἠβαιὸν εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν. ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν ἀσπίδος ἀμφιβρότης, περὶ δʼ ἔγχεϊ χεῖρα καμεῖται·