<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><q><l n="381">νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα.</l><l n="382">εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω,</l><l n="383">εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,</l><l n="384">εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,</l><l n="385">ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηϊ.</l><l n="386">οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδʼ ἠβαιὸν</l><l n="387">εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.</l><l n="388">ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν</l><l n="389">ἀσπίδος ἀμφιβρότης, περὶ δʼ ἔγχεϊ χεῖρα καμεῖται·</l><l n="390">ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων.</l><l n="391">ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω</l><l n="392">μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα</l><l n="393">ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς.</l></q><l n="394"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον ὡς ὅτε κῦμα</l><l n="395">ἀκτῇ ἐφʼ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών,</l><l n="396">προβλῆτι σκοπέλῳ· τὸν δʼ οὔ ποτε κύματα λείπει</l><l n="397">παντοίων ἀνέμων, ὅτʼ ἂν ἔνθʼ ἢ ἔνθα γένωνται.</l><l n="398">ἀνστάντες δʼ ὀρέοντο κεδασθέντες κατὰ νῆας,</l></div></div></body></text></TEI>