<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><q><l n="378">ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δʼ ἦρχον χαλεπαίνων·</l><l n="379">εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν, οὐκέτʼ ἔπειτα</l><l n="380">Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδʼ ἠβαιόν.</l><l n="381">νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα.</l><l n="382">εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω,</l><l n="383">εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,</l><l n="384">εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,</l><l n="385">ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηϊ.</l></q></div></div></body></text></TEI>