ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν, ὅς με μετʼ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει. καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθʼ εἵνεκα κούρης ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δʼ ἦρχον χαλεπαίνων· εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν, οὐκέτʼ ἔπειτα Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδʼ ἠβαιόν. νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα. εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω, εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν, εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω, ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηϊ. οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδʼ ἠβαιὸν εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν. ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν ἀσπίδος ἀμφιβρότης, περὶ δʼ ἔγχεϊ χεῖρα καμεῖται· ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων. ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς. ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον ὡς ὅτε κῦμα ἀκτῇ ἐφʼ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών, προβλῆτι σκοπέλῳ· τὸν δʼ οὔ ποτε κύματα λείπει παντοίων ἀνέμων, ὅτʼ ἂν ἔνθʼ ἢ ἔνθα γένωνται. ἀνστάντες δʼ ὀρέοντο κεδασθέντες κατὰ νῆας, κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο. ἄλλος δʼ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος. αὐτὰρ ὃ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι, κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν, Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα, αὐτὰρ ἔπειτʼ Αἴαντε δύω καὶ Τυδέος υἱόν, ἕκτον δʼ αὖτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον. αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος· ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο. βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο· τοῖσιν δʼ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων· Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα, Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι χαλκῷ ῥωγαλέον· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν. ὣς ἔφατʼ, οὐδʼ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων, ἀλλʼ ὅ γε δέκτο μὲν ἱρά, πόνον δʼ ἀμέγαρτον ὄφελλεν. αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν, μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν. καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον, σπλάγχνα δʼ ἄρʼ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο. αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο, μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν, ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον, μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα, μηδʼ ἔτι δηρὸν ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει. ἀλλʼ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας, ἡμεῖς δʼ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων. αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς· οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα. οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη αἰγίδʼ ἔχουσʼ ἐρίτιμον ἀγήρων ἀθανάτην τε, τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται, πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος· σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν ὀτρύνουσʼ ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν. ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή, ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο αἴγλη παμφανόωσα διʼ αἰθέρος οὐρανὸν ἷκε. τῶν δʼ ὥς τʼ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών, ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων ἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων. ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ. ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει, τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες. τοὺς δʼ ὥς τʼ αἰπόλια πλατέʼ αἰγῶν αἰπόλοι ἄνδρες ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν, ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα ὑσμίνην δʼ ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ, Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι. ἠΰτε βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων ταῦρος· ὃ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι· τοῖον ἄρʼ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ ἐκπρεπέʼ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν. ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι· ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα, ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν· οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν· πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω, οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν, φωνὴ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη, εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο θυγατέρες μνησαίαθʼ ὅσοι ὑπὸ Ἴλιον ἦλθον· ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας. Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε, οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν, Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν, οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς, οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα, Ὠκαλέην Μεδεῶνά τʼ ἐϋκτίμενον πτολίεθρον, Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην, οἵ τε Κορώνειαν καὶ ποιήενθʼ Ἁλίαρτον, οἵ τε Πλάταιαν ἔχον ἠδʼ οἳ Γλισᾶντʼ ἐνέμοντο, οἵ θʼ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον, Ὀγχηστόν θʼ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος, οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν Νῖσάν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν· τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον. οἳ δʼ Ἀσπληδόνα ναῖον ἰδʼ Ὀρχομενὸν Μινύειον, τῶν ἦρχʼ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο, παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ· τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο, οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα, οἵ τʼ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο, οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον, οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο· τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες, Βοιωτῶν δʼ ἔμπλην ἐπʼ ἀριστερὰ θωρήσσοντο. Λοκρῶν δʼ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ, ἐγχείῃ δʼ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς· οἳ Κῦνόν τʼ ἐνέμοντʼ Ὀπόεντά τε Καλλίαρόν τε Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα· τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης. οἳ δʼ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες Χαλκίδα τʼ Εἰρέτριάν τε πολυστάφυλόν θʼ Ἱστίαιαν Κήρινθόν τʼ ἔφαλον Δίου τʼ αἰπὺ πτολίεθρον, οἵ τε Κάρυστον ἔχον ἠδʼ οἳ Στύρα ναιετάασκον, τῶν αὖθʼ ἡγεμόνευʼ Ἐλεφήνωρ ὄζος Ἄρηος Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων. τῷ δʼ ἅμʼ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι· τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα, κὰδ δʼ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ· ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν· τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς. τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας· Νέστωρ οἶος ἔριζεν· ὃ γὰρ προγενέστερος ἦεν· τῷ δʼ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο. Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας, στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες. οἳ δʼ Ἄργός τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας, Τροιζῆνʼ Ἠϊόνας τε καὶ ἀμπελόεντʼ Ἐπίδαυρον, οἵ τʼ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν, τῶν αὖθʼ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός· τοῖσι δʼ ἅμʼ Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος· συμπάντων δʼ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης· τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο. οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς, Ὀρνειάς τʼ ἐνέμοντο Ἀραιθυρέην τʼ ἐρατεινὴν καὶ Σικυῶνʼ, ὅθʼ ἄρʼ Ἄδρηστος πρῶτʼ ἐμβασίλευεν, οἵ θʼ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν Πελλήνην τʼ εἶχον ἠδʼ Αἴγιον ἀμφενέμοντο Αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν, τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων Ἀτρεΐδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι λαοὶ ἕποντʼ· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν οὕνεκʼ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς. οἳ δʼ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν, Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην, Βρυσειάς τʼ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς, οἵ τʼ ἄρʼ Ἀμύκλας εἶχον Ἕλος τʼ ἔφαλον πτολίεθρον, οἵ τε Λάαν εἶχον ἠδʼ Οἴτυλον ἀμφενέμοντο, τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο· ἐν δʼ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς ὀτρύνων πόλεμον δέ· μάλιστα δὲ ἵετο θυμῷ τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε. οἳ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἰπὺ καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς Οἰχαλίηθεν ἰόντα παρʼ Εὐρύτου Οἰχαλιῆος· στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο· αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν· τῶν αὖθʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ· τῷ δʼ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. οἳ δʼ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ Αἰπύτιον παρὰ τύμβον ἵνʼ ἀνέρες ἀγχιμαχηταί, οἳ Φενεόν τʼ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν Στύμφηλόν τʼ εἶχον καὶ Παρρασίην ἐνέμοντο, τῶν ἦρχʼ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ ἑξήκοντα νεῶν· πολέες δʼ ἐν νηῒ ἑκάστῃ Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν. αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει. οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα