τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν, ὅς με μετʼ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει. καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθʼ εἵνεκα κούρης ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δʼ ἦρχον χαλεπαίνων· εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν, οὐκέτʼ ἔπειτα Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδʼ ἠβαιόν. νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα. εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω, εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν, εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω, ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηϊ. οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδʼ ἠβαιὸν εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν. ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν ἀσπίδος ἀμφιβρότης, περὶ δʼ ἔγχεϊ χεῖρα καμεῖται· ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων. ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς. ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον ὡς ὅτε κῦμα