ἠδʼ ὅς κʼ ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται. γνώσεαι δʼ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις, ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· ἦ μὰν αὖτʼ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν. αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον