<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><q><l n="356">τίσασθαι δʼ Ἑλένης ὁρμήματά τε στοναχάς τε.</l><l n="357">εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι</l><l n="358">ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,</l><l n="359">ὄφρα πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.</l><l n="360">ἀλλὰ ἄναξ αὐτός τʼ εὖ μήδεο πείθεό τʼ ἄλλῳ·</l><l n="361">οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω·</l><l n="362">κρῖνʼ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον,</l><l n="363">ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.</l><l n="364">εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί,</l><l n="365">γνώσῃ ἔπειθʼ ὅς θʼ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν</l><l n="366">ἠδʼ ὅς κʼ ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται.</l><l n="367">γνώσεαι δʼ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,</l><l n="368">ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.</l><milestone ed="p" n="369" unit="card"/></q><l n="369"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="370">ἦ μὰν αὖτʼ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν.</l><l n="371">αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον</l><l n="372">τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν·</l><l n="373">τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος</l><l n="374">χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.</l><l n="375">ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν,</l><l n="376">ὅς με μετʼ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.</l><l n="377">καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθʼ εἵνεκα κούρης</l><l n="378">ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δʼ ἦρχον χαλεπαίνων·</l><l n="379">εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν, οὐκέτʼ ἔπειτα</l><l n="380">Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδʼ ἠβαιόν.</l><l n="381">νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα.</l><l n="382">εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω,</l><l n="383">εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,</l><l n="384">εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,</l><l n="385">ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηϊ.</l><l n="386">οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδʼ ἠβαιὸν</l><l n="387">εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.</l><l n="388">ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν</l><l n="389">ἀσπίδος ἀμφιβρότης, περὶ δʼ ἔγχεϊ χεῖρα καμεῖται·</l><l n="390">ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων.</l><l n="391">ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω</l><l n="392">μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα</l><l n="393">ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς.</l></q><l n="394"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον ὡς ὅτε κῦμα</l><l n="395">ἀκτῇ ἐφʼ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών,</l><l n="396">προβλῆτι σκοπέλῳ· τὸν δʼ οὔ ποτε κύματα λείπει</l><l n="397">παντοίων ἀνέμων, ὅτʼ ἂν ἔνθʼ ἢ ἔνθα γένωνται.</l><l n="398">ἀνστάντες δʼ ὀρέοντο κεδασθέντες κατὰ νῆας,</l><l n="399">κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο.</l><l n="400">ἄλλος δʼ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων</l><l n="401">εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος.</l></div></div></body></text></TEI>