τίσασθαι δʼ Ἑλένης ὁρμήματά τε στοναχάς τε. εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης, ὄφρα πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ. ἀλλὰ ἄναξ αὐτός τʼ εὖ μήδεο πείθεό τʼ ἄλλῳ· οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω· κρῖνʼ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον, ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις. εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί, γνώσῃ ἔπειθʼ ὅς θʼ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν ἠδʼ ὅς κʼ ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται. γνώσεαι δʼ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις, ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· ἦ μὰν αὖτʼ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν. αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν· τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν, ὅς με μετʼ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει. καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθʼ εἵνεκα κούρης ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δʼ ἦρχον χαλεπαίνων· εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν, οὐκέτʼ ἔπειτα Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδʼ ἠβαιόν. νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα. εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω, εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν, εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω, ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηϊ. οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδʼ ἠβαιὸν εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν. ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν ἀσπίδος ἀμφιβρότης, περὶ δʼ ἔγχεϊ χεῖρα καμεῖται· ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων. ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς. ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον ὡς ὅτε κῦμα ἀκτῇ ἐφʼ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών, προβλῆτι σκοπέλῳ· τὸν δʼ οὔ ποτε κύματα λείπει παντοίων ἀνέμων, ὅτʼ ἂν ἔνθʼ ἢ ἔνθα γένωνται. ἀνστάντες δʼ ὀρέοντο κεδασθέντες κατὰ νῆας, κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο. ἄλλος δʼ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος.