τίσασθαι δʼ Ἑλένης ὁρμήματά τε στοναχάς τε. εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης, ὄφρα πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ. ἀλλὰ ἄναξ αὐτός τʼ εὖ μήδεο πείθεό τʼ ἄλλῳ· οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω· κρῖνʼ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον, ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις. εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί, γνώσῃ ἔπειθʼ ὅς θʼ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν ἠδʼ ὅς κʼ ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται. γνώσεαι δʼ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις, ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.