<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><q><l n="351">ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον</l><l n="352">Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες</l><l n="353">ἀστράπτων ἐπιδέξιʼ ἐναίσιμα σήματα φαίνων.</l><l n="354">τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι</l><l n="355">πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι,</l><l n="356">τίσασθαι δʼ Ἑλένης ὁρμήματά τε στοναχάς τε.</l><l n="357">εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι</l><l n="358">ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,</l><l n="359">ὄφρα πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.</l><l n="360">ἀλλὰ ἄναξ αὐτός τʼ εὖ μήδεο πείθεό τʼ ἄλλῳ·</l><l n="361">οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω·</l><l n="362">κρῖνʼ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον,</l><l n="363">ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.</l><l n="364">εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί,</l><l n="365">γνώσῃ ἔπειθʼ ὅς θʼ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν</l><l n="366">ἠδʼ ὅς κʼ ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται.</l><l n="367">γνώσεαι δʼ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,</l><l n="368">ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.</l><milestone ed="p" n="369" unit="card"/></q><l n="369"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="370">ἦ μὰν αὖτʼ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν.</l><l n="371">αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον</l><l n="372">τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν·</l></q></div></div></body></text></TEI>