πρὶν Ἄργος δʼ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί. φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες ἀστράπτων ἐπιδέξιʼ ἐναίσιμα σήματα φαίνων. τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι, τίσασθαι δʼ Ἑλένης ὁρμήματά τε στοναχάς τε.