εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδʼ ἐόντες. Ἀτρεΐδη σὺ δʼ ἔθʼ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν ἄρχευʼ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας, τούσδε δʼ ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν νόσφιν βουλεύωσʼ· ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν· πρὶν Ἄργος δʼ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί. φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες ἀστράπτων ἐπιδέξιʼ ἐναίσιμα σήματα φαίνων. τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι,