σπονδαί τʼ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν· αὔτως γὰρ ἐπέεσσʼ ἐριδαίνομεν, οὐδέ τι μῆχος εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδʼ ἐόντες. Ἀτρεΐδη σὺ δʼ ἔθʼ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν ἄρχευʼ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας, τούσδε δʼ ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν νόσφιν βουλεύωσʼ· ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν· πρὶν Ἄργος δʼ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί. φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα