<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><q><l n="34">αἱρείτω εὖτʼ ἄν σε μελίφρων ὕπνος ἀνήῃ.</l><milestone ed="p" n="35" unit="card"/></q><l n="35"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ</l><l n="36">τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἅ ῥʼ οὐ τελέεσθαι ἔμελλον·</l><l n="37">φῆ γὰρ ὅ γʼ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ</l><l n="38">νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα·</l><l n="39">θήσειν γὰρ ἔτʼ ἔμελλεν ἐπʼ ἄλγεά τε στοναχάς τε</l><l n="40">Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας.</l><l n="41">ἔγρετο δʼ ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτʼ ὀμφή·</l><l n="42">ἕζετο δʼ ὀρθωθείς, μαλακὸν δʼ ἔνδυνε χιτῶνα</l><l n="43">καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος·</l><l n="44">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="45">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον·</l><l n="46">εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ</l><l n="47">σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων·</l><l n="48"><milestone ed="P" unit="para"/>ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον</l><l n="49">Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν·</l><l n="50">αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε</l><l n="51">κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς·</l><l n="52">οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα·</l><l n="53"><milestone ed="P" unit="para"/>βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων</l><l n="54">Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος·</l><l n="55">τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·</l><q><l n="56">κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος</l><l n="57">ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ</l><l n="58">εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐῴκει·</l><l n="59">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν·</l><q><l n="60">εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·</l><l n="61">οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,</l><l n="62">ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·</l><l n="63">νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,</l><l n="64">ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει·</l><l n="65">θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς</l><l n="66">πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν</l><l n="67">Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="68">ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας</l><l n="69">Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται</l><l n="70">ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς ὃ μὲν εἰπὼν</l><l n="71">ᾤχετʼ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.</l><l n="72">ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·</l><l n="73">πρῶτα δʼ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,</l><l n="74">καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω·</l><l n="75">ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.</l></q><milestone ed="p" n="76" unit="card"/></q><l n="76"><milestone ed="P" unit="para"/>ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη</l><l n="77">Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος,</l><l n="78">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="79">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l></q></div></div></body></text></TEI>