τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ· ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα. πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν; ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τʼ ἀνδρῶν σπονδαί τʼ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν·