<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="335">μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο·</l><milestone ed="p" n="336" unit="card"/><l n="336">τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="337">ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε</l><l n="338">νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.</l><l n="339">πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν;</l><l n="340">ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τʼ ἀνδρῶν</l><l n="341">σπονδαί τʼ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν·</l><l n="342">αὔτως γὰρ ἐπέεσσʼ ἐριδαίνομεν, οὐδέ τι μῆχος</l><l n="343">εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδʼ ἐόντες.</l><l n="344">Ἀτρεΐδη σὺ δʼ ἔθʼ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν</l><l n="345">ἄρχευʼ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,</l><l n="346">τούσδε δʼ ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν</l><l n="347">νόσφιν βουλεύωσʼ· ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν·</l><l n="348">πρὶν Ἄργος δʼ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο</l><l n="349">γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί.</l></q></div></div></body></text></TEI>