σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν, μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο· τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ· ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα. πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν; ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τʼ ἀνδρῶν σπονδαί τʼ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν· αὔτως γὰρ ἐπέεσσʼ ἐριδαίνομεν, οὐδέ τι μῆχος εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδʼ ἐόντες. Ἀτρεΐδη σὺ δʼ ἔθʼ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν