ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα, ὣς ἡμεῖς τοσσαῦτʼ ἔτεα πτολεμίξομεν αὖθι, τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν. κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται. ἀλλʼ ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ αὐτοῦ εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν. ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆες σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν, μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο· τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ· ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα. πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν; ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τʼ ἀνδρῶν σπονδαί τʼ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν· αὔτως γὰρ ἐπέεσσʼ ἐριδαίνομεν, οὐδέ τι μῆχος εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδʼ ἐόντες. Ἀτρεΐδη σὺ δʼ ἔθʼ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν