Κάλχας δʼ αὐτίκʼ ἔπειτα θεοπροπέων ἀγόρευε· τίπτʼ ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί; ἡμῖν μὲν τόδʼ ἔφηνε τέρας μέγα μητίετα Ζεὺς ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτʼ ὀλεῖται. ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα, ὣς ἡμεῖς τοσσαῦτʼ ἔτεα πτολεμίξομεν αὖθι, τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν.