ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη. ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθʼ ἑκατόμβας, Κάλχας δʼ αὐτίκʼ ἔπειτα θεοπροπέων ἀγόρευε· τίπτʼ ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί; ἡμῖν μὲν τόδʼ ἔφηνε τέρας μέγα μητίετα Ζεὺς ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτʼ ὀλεῖται. ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα, ὣς ἡμεῖς τοσσαῦτʼ ἔτεα πτολεμίξομεν αὖθι, τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν. κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται. ἀλλʼ ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ αὐτοῦ εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν. ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆες σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν,