τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε· λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω· ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη. ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθʼ ἑκατόμβας, Κάλχας δʼ αὐτίκʼ ἔπειτα θεοπροπέων ἀγόρευε· τίπτʼ ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί; ἡμῖν μὲν τόδʼ ἔφηνε τέρας μέγα μητίετα Ζεὺς ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτʼ ὀλεῖται. ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα, ὣς ἡμεῖς τοσσαῦτʼ ἔτεα πτολεμίξομεν αὖθι,