ἔνθα δʼ ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα, ὄζῳ ἐπʼ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα· ἔνθʼ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας· μήτηρ δʼ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα· τὴν δʼ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν. αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν, τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε· λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω· ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη.