<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><q><l n="307">καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ·</l><l n="308">ἔνθʼ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς</l><l n="309">σμερδαλέος, τόν ῥʼ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ,</l><l n="310">βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν.</l><l n="311">ἔνθα δʼ ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα,</l><l n="312">ὄζῳ ἐπʼ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες</l><l n="313">ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα·</l><l n="314">ἔνθʼ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας·</l><l n="315">μήτηρ δʼ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα·</l><l n="316">τὴν δʼ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν.</l><l n="317">αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν,</l></q></div></div></body></text></TEI>