καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ· ἔνθʼ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς σμερδαλέος, τόν ῥʼ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ, βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν. ἔνθα δʼ ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα, ὄζῳ ἐπʼ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα· ἔνθʼ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας· μήτηρ δʼ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα· τὴν δʼ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν. αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν,