<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><q><l n="294">χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα·</l><l n="295">ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς</l><l n="296">ἐνθάδε μιμνόντεσσι· τὼ οὐ νεμεσίζομʼ Ἀχαιοὺς</l><l n="297">ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπης</l><l n="298">αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.</l><l n="299">τλῆτε φίλοι, καὶ μείνατʼ ἐπὶ χρόνον ὄφρα δαῶμεν</l><l n="300">ἢ ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί.</l><milestone ed="p" n="301" unit="card"/><l n="301">εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες</l><l n="302">μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι·</l><l n="303">χθιζά τε καὶ πρωΐζʼ ὅτʼ ἐς Αὐλίδα νῆες Ἀχαιῶν</l><l n="304">ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι,</l><l n="305">ἡμεῖς δʼ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς</l><l n="306">ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας</l><l n="307">καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ·</l><l n="308">ἔνθʼ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς</l><l n="309">σμερδαλέος, τόν ῥʼ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ,</l><l n="310">βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν.</l><l n="311">ἔνθα δʼ ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα,</l><l n="312">ὄζῳ ἐπʼ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες</l><l n="313">ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα·</l><l n="314">ἔνθʼ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας·</l><l n="315">μήτηρ δʼ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα·</l><l n="316">τὴν δʼ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν.</l><l n="317">αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν,</l><l n="318">τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε·</l><l n="319">λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω·</l><l n="320">ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη.</l><l n="321">ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθʼ ἑκατόμβας,</l><l n="322">Κάλχας δʼ αὐτίκʼ ἔπειτα θεοπροπέων ἀγόρευε·</l><q><l n="323">τίπτʼ ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί;</l><l n="324">ἡμῖν μὲν τόδʼ ἔφηνε τέρας μέγα μητίετα Ζεὺς</l><l n="325">ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτʼ ὀλεῖται.</l><l n="326">ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν</l><l n="327">ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα,</l><l n="328">ὣς ἡμεῖς τοσσαῦτʼ ἔτεα πτολεμίξομεν αὖθι,</l><l n="329">τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν.</l></q><l n="330">κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.</l><l n="331">ἀλλʼ ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="332">αὐτοῦ εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν.</l></q><l n="333"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆες</l><l n="334">σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν,</l><l n="335">μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο·</l><milestone ed="p" n="336" unit="card"/><l n="336">τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="337">ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε</l><l n="338">νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.</l><l n="339">πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν;</l><l n="340">ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τʼ ἀνδρῶν</l><l n="341">σπονδαί τʼ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν·</l><l n="342">αὔτως γὰρ ἐπέεσσʼ ἐριδαίνομεν, οὐδέ τι μῆχος</l><l n="343">εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδʼ ἐόντες.</l><l n="344">Ἀτρεΐδη σὺ δʼ ἔθʼ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν</l><l n="345">ἄρχευʼ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,</l><l n="346">τούσδε δʼ ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν</l><l n="347">νόσφιν βουλεύωσʼ· ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν·</l><l n="348">πρὶν Ἄργος δʼ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο</l><l n="349">γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί.</l><l n="350">φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα</l><l n="351">ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον</l><l n="352">Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες</l><l n="353">ἀστράπτων ἐπιδέξιʼ ἐναίσιμα σήματα φαίνων.</l><l n="354">τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι</l><l n="355">πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι,</l><l n="356">τίσασθαι δʼ Ἑλένης ὁρμήματά τε στοναχάς τε.</l><l n="357">εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι</l><l n="358">ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,</l><l n="359">ὄφρα πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.</l><l n="360">ἀλλὰ ἄναξ αὐτός τʼ εὖ μήδεο πείθεό τʼ ἄλλῳ·</l><l n="361">οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω·</l><l n="362">κρῖνʼ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον,</l><l n="363">ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.</l><l n="364">εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί,</l><l n="365">γνώσῃ ἔπειθʼ ὅς θʼ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν</l><l n="366">ἠδʼ ὅς κʼ ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται.</l><l n="367">γνώσεαι δʼ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,</l><l n="368">ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.</l><milestone ed="p" n="369" unit="card"/></q><l n="369"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="370">ἦ μὰν αὖτʼ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν.</l><l n="371">αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον</l><l n="372">τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν·</l><l n="373">τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος</l><l n="374">χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.</l><l n="375">ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν,</l><l n="376">ὅς με μετʼ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.</l><l n="377">καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθʼ εἵνεκα κούρης</l><l n="378">ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δʼ ἦρχον χαλεπαίνων·</l><l n="379">εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν, οὐκέτʼ ἔπειτα</l><l n="380">Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδʼ ἠβαιόν.</l><l n="381">νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα.</l><l n="382">εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω,</l><l n="383">εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,</l><l n="384">εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,</l><l n="385">ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηϊ.</l><l n="386">οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδʼ ἠβαιὸν</l><l n="387">εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.</l><l n="388">ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν</l><l n="389">ἀσπίδος ἀμφιβρότης, περὶ δʼ ἔγχεϊ χεῖρα καμεῖται·</l><l n="390">ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων.</l><l n="391">ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω</l><l n="392">μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα</l><l n="393">ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς.</l></q><l n="394"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον ὡς ὅτε κῦμα</l><l n="395">ἀκτῇ ἐφʼ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών,</l><l n="396">προβλῆτι σκοπέλῳ· τὸν δʼ οὔ ποτε κύματα λείπει</l><l n="397">παντοίων ἀνέμων, ὅτʼ ἂν ἔνθʼ ἢ ἔνθα γένωνται.</l><l n="398">ἀνστάντες δʼ ὀρέοντο κεδασθέντες κατὰ νῆας,</l><l n="399">κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο.</l><l n="400">ἄλλος δʼ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων</l><l n="401">εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος.</l><l n="402">αὐτὰρ ὃ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="403">πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι,</l><l n="404">κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν,</l><l n="405">Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα,</l><l n="406">αὐτὰρ ἔπειτʼ Αἴαντε δύω καὶ Τυδέος υἱόν,</l><l n="407">ἕκτον δʼ αὖτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον.</l><l n="408">αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος·</l><l n="409">ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.</l></div></div></body></text></TEI>