<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><q><l n="294">χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα·</l><l n="295">ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς</l><l n="296">ἐνθάδε μιμνόντεσσι· τὼ οὐ νεμεσίζομʼ Ἀχαιοὺς</l><l n="297">ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπης</l><l n="298">αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.</l><l n="299">τλῆτε φίλοι, καὶ μείνατʼ ἐπὶ χρόνον ὄφρα δαῶμεν</l><l n="300">ἢ ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί.</l><milestone ed="p" n="301" unit="card"/><l n="301">εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες</l><l n="302">μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι·</l><l n="303">χθιζά τε καὶ πρωΐζʼ ὅτʼ ἐς Αὐλίδα νῆες Ἀχαιῶν</l><l n="304">ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι,</l><l n="305">ἡμεῖς δʼ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς</l><l n="306">ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας</l><l n="307">καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ·</l><l n="308">ἔνθʼ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς</l><l n="309">σμερδαλέος, τόν ῥʼ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ,</l><l n="310">βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν.</l><l n="311">ἔνθα δʼ ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα,</l><l n="312">ὄζῳ ἐπʼ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες</l><l n="313">ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα·</l><l n="314">ἔνθʼ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας·</l><l n="315">μήτηρ δʼ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα·</l><l n="316">τὴν δʼ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν.</l><l n="317">αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν,</l><l n="318">τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε·</l><l n="319">λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω·</l><l n="320">ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη.</l><l n="321">ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθʼ ἑκατόμβας,</l><l n="322">Κάλχας δʼ αὐτίκʼ ἔπειτα θεοπροπέων ἀγόρευε·</l><q><l n="323">τίπτʼ ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί;</l><l n="324">ἡμῖν μὲν τόδʼ ἔφηνε τέρας μέγα μητίετα Ζεὺς</l><l n="325">ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτʼ ὀλεῖται.</l><l n="326">ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν</l><l n="327">ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα,</l><l n="328">ὣς ἡμεῖς τοσσαῦτʼ ἔτεα πτολεμίξομεν αὖθι,</l><l n="329">τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν.</l></q><l n="330">κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.</l><l n="331">ἀλλʼ ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="332">αὐτοῦ εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν.</l></q><l n="333"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆες</l><l n="334">σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν,</l></div></div></body></text></TEI>