ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι. ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι· καὶ γάρ τίς θʼ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ, ὅν περ ἄελλαι χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα· ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς ἐνθάδε μιμνόντεσσι· τὼ οὐ νεμεσίζομʼ Ἀχαιοὺς ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπης