πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν, οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν ἐνθάδʼ ἔτι στείχοντες ἀπʼ Ἄργεος ἱπποβότοιο Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι. ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι. ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι· καὶ γάρ τίς θʼ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ, ὅν περ ἄελλαι χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα· ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς