<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><q><l n="274">νῦν δὲ τόδε μέγʼ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν,</l><l n="275">ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχʼ ἀγοράων.</l><l n="276">οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ</l><l n="277">νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν.</l></q><l n="278"><milestone ed="P" unit="para"/>ὣς φάσαν ἣ πληθύς· ἀνὰ δʼ ὃ πτολίπορθος Ὀδυσσεὺς</l><l n="279">ἔστη σκῆπτρον ἔχων· παρὰ δὲ γλαυκῶπις Ἀθήνη</l><l n="280">εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει,</l><l n="281">ὡς ἅμα θʼ οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν</l><l n="282">μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν·</l><l n="283">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="284">Ἀτρεΐδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ</l></q></div></div></body></text></TEI>