<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><q><l n="264">πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν.</l><milestone ed="p" n="265" unit="card"/></q><l n="265"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω</l><l n="266">πλῆξεν· ὃ δʼ ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ·</l><l n="267">σμῶδιξ δʼ αἱματόεσσα μεταφρένου ἐξυπανέστη</l><l n="268">σκήπτρου ὕπο χρυσέου· ὃ δʼ ἄρʼ ἕζετο τάρβησέν τε,</l><l n="269">ἀλγήσας δʼ ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ.</l><l n="270">οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν·</l><l n="271">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q><l n="272">ὢ πόποι ἦ δὴ μυρίʼ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε</l><l n="273">βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων·</l><l n="274">νῦν δὲ τόδε μέγʼ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν,</l><l n="275">ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχʼ ἀγοράων.</l><l n="276">οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ</l><l n="277">νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν.</l></q><l n="278"><milestone ed="P" unit="para"/>ὣς φάσαν ἣ πληθύς· ἀνὰ δʼ ὃ πτολίπορθος Ὀδυσσεὺς</l><l n="279">ἔστη σκῆπτρον ἔχων· παρὰ δὲ γλαυκῶπις Ἀθήνη</l><l n="280">εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει,</l><l n="281">ὡς ἅμα θʼ οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν</l><l n="282">μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν·</l><l n="283">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="284">Ἀτρεΐδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ</l><l n="285">πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν,</l><l n="286">οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν</l><l n="287">ἐνθάδʼ ἔτι στείχοντες ἀπʼ Ἄργεος ἱπποβότοιο</l><l n="288">Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι.</l><l n="289">ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες</l><l n="290">ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι.</l><l n="291">ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι·</l><l n="292">καὶ γάρ τίς θʼ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο</l><l n="293">ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ, ὅν περ ἄελλαι</l><l n="294">χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα·</l><l n="295">ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς</l><l n="296">ἐνθάδε μιμνόντεσσι· τὼ οὐ νεμεσίζομʼ Ἀχαιοὺς</l><l n="297">ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπης</l><l n="298">αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.</l><l n="299">τλῆτε φίλοι, καὶ μείνατʼ ἐπὶ χρόνον ὄφρα δαῶμεν</l><l n="300">ἢ ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί.</l><milestone ed="p" n="301" unit="card"/><l n="301">εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες</l><l n="302">μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι·</l><l n="303">χθιζά τε καὶ πρωΐζʼ ὅτʼ ἐς Αὐλίδα νῆες Ἀχαιῶν</l><l n="304">ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι,</l><l n="305">ἡμεῖς δʼ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς</l><l n="306">ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας</l><l n="307">καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ·</l><l n="308">ἔνθʼ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς</l><l n="309">σμερδαλέος, τόν ῥʼ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ,</l></q></div></div></body></text></TEI>