<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><q><l n="263">αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω</l><l n="264">πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν.</l><milestone ed="p" n="265" unit="card"/></q><l n="265"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω</l><l n="266">πλῆξεν· ὃ δʼ ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ·</l><l n="267">σμῶδιξ δʼ αἱματόεσσα μεταφρένου ἐξυπανέστη</l><l n="268">σκήπτρου ὕπο χρυσέου· ὃ δʼ ἄρʼ ἕζετο τάρβησέν τε,</l><l n="269">ἀλγήσας δʼ ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ.</l><l n="270">οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν·</l><l n="271">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q><l n="272">ὢ πόποι ἦ δὴ μυρίʼ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε</l><l n="273">βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων·</l></q></div></div></body></text></TEI>