αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν. ὣς ἄρʼ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω πλῆξεν· ὃ δʼ ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ· σμῶδιξ δʼ αἱματόεσσα μεταφρένου ἐξυπανέστη σκήπτρου ὕπο χρυσέου· ὃ δʼ ἄρʼ ἕζετο τάρβησέν τε, ἀλγήσας δʼ ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ. οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν· ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· ὢ πόποι ἦ δὴ μυρίʼ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων·