<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="245">καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·</l><q><l n="246">Θερσῖτʼ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής,</l><l n="247">ἴσχεο, μηδʼ ἔθελʼ οἶος ἐριζέμεναι βασιλεῦσιν·</l><l n="248">οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον</l><l n="249">ἔμμεναι, ὅσσοι ἅμʼ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον.</l><l n="250">τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμʼ ἔχων ἀγορεύοις,</l><l n="251">καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις.</l><l n="252">οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα,</l><l n="253">ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν.</l><l n="254">τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν</l><l n="255">ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν</l><l n="256">ἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις.</l><l n="257">ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="258">εἴ κʼ ἔτι σʼ ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε,</l><l n="259">μηκέτʼ ἔπειτʼ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη,</l></q></div></div></body></text></TEI>