<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><q><l n="241">ἀλλὰ μάλʼ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων·</l><l n="242">ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο·</l></q><l n="243"><milestone ed="P" unit="para"/>ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν,</l><l n="244">Θερσίτης· τῷ δʼ ὦκα παρίστατο δῖος Ὀδυσσεύς,</l><l n="245">καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·</l><q><l n="246">Θερσῖτʼ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής,</l><l n="247">ἴσχεο, μηδʼ ἔθελʼ οἶος ἐριζέμεναι βασιλεῦσιν·</l><l n="248">οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον</l><l n="249">ἔμμεναι, ὅσσοι ἅμʼ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον.</l><l n="250">τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμʼ ἔχων ἀγορεύοις,</l><l n="251">καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις.</l></q></div></div></body></text></TEI>