<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><q><l n="236">οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δʼ ἐῶμεν</l><l n="237">αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται</l><l n="238">ἤ ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί·</l><l n="239">ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγʼ ἀμείνονα φῶτα</l><l n="240">ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.</l><l n="241">ἀλλὰ μάλʼ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων·</l><l n="242">ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο·</l></q><l n="243"><milestone ed="P" unit="para"/>ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν,</l><l n="244">Θερσίτης· τῷ δʼ ὦκα παρίστατο δῖος Ὀδυσσεύς,</l><l n="245">καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·</l><q><l n="246">Θερσῖτʼ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής,</l><l n="247">ἴσχεο, μηδʼ ἔθελʼ οἶος ἐριζέμεναι βασιλεῦσιν·</l><l n="248">οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον</l><l n="249">ἔμμεναι, ὅσσοι ἅμʼ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον.</l><l n="250">τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμʼ ἔχων ἀγορεύοις,</l><l n="251">καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις.</l><l n="252">οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα,</l><l n="253">ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν.</l><l n="254">τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν</l><l n="255">ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν</l><l n="256">ἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις.</l><l n="257">ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="258">εἴ κʼ ἔτι σʼ ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε,</l><l n="259">μηκέτʼ ἔπειτʼ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη,</l><l n="260">μηδʼ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην,</l><l n="261">εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω,</l><l n="262">χλαῖνάν τʼ ἠδὲ χιτῶνα, τά τʼ αἰδῶ ἀμφικαλύπτει,</l><l n="263">αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω</l><l n="264">πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν.</l><milestone ed="p" n="265" unit="card"/></q><l n="265"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω</l><l n="266">πλῆξεν· ὃ δʼ ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ·</l><l n="267">σμῶδιξ δʼ αἱματόεσσα μεταφρένου ἐξυπανέστη</l><l n="268">σκήπτρου ὕπο χρυσέου· ὃ δʼ ἄρʼ ἕζετο τάρβησέν τε,</l><l n="269">ἀλγήσας δʼ ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ.</l><l n="270">οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν·</l><l n="271">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q><l n="272">ὢ πόποι ἦ δὴ μυρίʼ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε</l><l n="273">βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων·</l><l n="274">νῦν δὲ τόδε μέγʼ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν,</l><l n="275">ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχʼ ἀγοράων.</l><l n="276">οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ</l><l n="277">νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν.</l></q><l n="278"><milestone ed="P" unit="para"/>ὣς φάσαν ἣ πληθύς· ἀνὰ δʼ ὃ πτολίπορθος Ὀδυσσεὺς</l><l n="279">ἔστη σκῆπτρον ἔχων· παρὰ δὲ γλαυκῶπις Ἀθήνη</l><l n="280">εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει,</l><l n="281">ὡς ἅμα θʼ οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν</l><l n="282">μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν·</l><l n="283">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="284">Ἀτρεΐδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ</l><l n="285">πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν,</l><l n="286">οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν</l><l n="287">ἐνθάδʼ ἔτι στείχοντες ἀπʼ Ἄργεος ἱπποβότοιο</l><l n="288">Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι.</l><l n="289">ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες</l><l n="290">ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι.</l><l n="291">ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι·</l><l n="292">καὶ γάρ τίς θʼ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο</l><l n="293">ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ, ὅν περ ἄελλαι</l><l n="294">χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα·</l><l n="295">ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς</l><l n="296">ἐνθάδε μιμνόντεσσι· τὼ οὐ νεμεσίζομʼ Ἀχαιοὺς</l><l n="297">ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπης</l><l n="298">αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.</l><l n="299">τλῆτε φίλοι, καὶ μείνατʼ ἐπὶ χρόνον ὄφρα δαῶμεν</l><l n="300">ἢ ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί.</l><milestone ed="p" n="301" unit="card"/><l n="301">εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες</l><l n="302">μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι·</l><l n="303">χθιζά τε καὶ πρωΐζʼ ὅτʼ ἐς Αὐλίδα νῆες Ἀχαιῶν</l><l n="304">ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι,</l><l n="305">ἡμεῖς δʼ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς</l><l n="306">ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας</l><l n="307">καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ·</l><l n="308">ἔνθʼ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς</l><l n="309">σμερδαλέος, τόν ῥʼ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ,</l><l n="310">βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν.</l><l n="311">ἔνθα δʼ ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα,</l><l n="312">ὄζῳ ἐπʼ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες</l><l n="313">ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα·</l><l n="314">ἔνθʼ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας·</l><l n="315">μήτηρ δʼ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα·</l><l n="316">τὴν δʼ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν.</l><l n="317">αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν,</l><l n="318">τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε·</l><l n="319">λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω·</l><l n="320">ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη.</l><l n="321">ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθʼ ἑκατόμβας,</l><l n="322">Κάλχας δʼ αὐτίκʼ ἔπειτα θεοπροπέων ἀγόρευε·</l><q><l n="323">τίπτʼ ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί;</l><l n="324">ἡμῖν μὲν τόδʼ ἔφηνε τέρας μέγα μητίετα Ζεὺς</l><l n="325">ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτʼ ὀλεῖται.</l><l n="326">ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν</l><l n="327">ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα,</l><l n="328">ὣς ἡμεῖς τοσσαῦτʼ ἔτεα πτολεμίξομεν αὖθι,</l><l n="329">τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν.</l></q><l n="330">κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.</l><l n="331">ἀλλʼ ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="332">αὐτοῦ εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν.</l></q><l n="333"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆες</l><l n="334">σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν,</l><l n="335">μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο·</l><milestone ed="p" n="336" unit="card"/><l n="336">τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="337">ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε</l><l n="338">νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.</l><l n="339">πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν;</l><l n="340">ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τʼ ἀνδρῶν</l><l n="341">σπονδαί τʼ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν·</l><l n="342">αὔτως γὰρ ἐπέεσσʼ ἐριδαίνομεν, οὐδέ τι μῆχος</l><l n="343">εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδʼ ἐόντες.</l><l n="344">Ἀτρεΐδη σὺ δʼ ἔθʼ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν</l><l n="345">ἄρχευʼ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,</l><l n="346">τούσδε δʼ ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν</l><l n="347">νόσφιν βουλεύωσʼ· ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν·</l><l n="348">πρὶν Ἄργος δʼ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο</l><l n="349">γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί.</l><l n="350">φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα</l><l n="351">ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον</l><l n="352">Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες</l><l n="353">ἀστράπτων ἐπιδέξιʼ ἐναίσιμα σήματα φαίνων.</l><l n="354">τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι</l><l n="355">πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι,</l><l n="356">τίσασθαι δʼ Ἑλένης ὁρμήματά τε στοναχάς τε.</l><l n="357">εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι</l><l n="358">ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,</l><l n="359">ὄφρα πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.</l><l n="360">ἀλλὰ ἄναξ αὐτός τʼ εὖ μήδεο πείθεό τʼ ἄλλῳ·</l><l n="361">οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω·</l><l n="362">κρῖνʼ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον,</l><l n="363">ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.</l><l n="364">εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί,</l><l n="365">γνώσῃ ἔπειθʼ ὅς θʼ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν</l><l n="366">ἠδʼ ὅς κʼ ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται.</l><l n="367">γνώσεαι δʼ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,</l><l n="368">ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.</l><milestone ed="p" n="369" unit="card"/></q><l n="369"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="370">ἦ μὰν αὖτʼ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν.</l><l n="371">αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον</l><l n="372">τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν·</l><l n="373">τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος</l><l n="374">χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.</l><l n="375">ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν,</l><l n="376">ὅς με μετʼ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.</l><l n="377">καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθʼ εἵνεκα κούρης</l><l n="378">ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δʼ ἦρχον χαλεπαίνων·</l><l n="379">εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν, οὐκέτʼ ἔπειτα</l><l n="380">Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδʼ ἠβαιόν.</l><l n="381">νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα.</l><l n="382">εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω,</l><l n="383">εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,</l><l n="384">εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,</l><l n="385">ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηϊ.</l><l n="386">οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδʼ ἠβαιὸν</l><l n="387">εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.</l><l n="388">ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν</l><l n="389">ἀσπίδος ἀμφιβρότης, περὶ δʼ ἔγχεϊ χεῖρα καμεῖται·</l></q></div></div></body></text></TEI>