<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="218">κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε</l><l n="219">φοξὸς ἔην κεφαλήν, ψεδνὴ δʼ ἐπενήνοθε λάχνη.</l><l n="220">ἔχθιστος δʼ Ἀχιλῆϊ μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆϊ·</l><l n="221">τὼ γὰρ νεικείεσκε· τότʼ αὖτʼ Ἀγαμέμνονι δίῳ</l><l n="222">ὀξέα κεκλήγων λέγʼ ὀνείδεα· τῷ δʼ ἄρʼ Ἀχαιοὶ</l><l n="223">ἐκπάγλως κοτέοντο νεμέσσηθέν τʼ ἐνὶ θυμῷ.</l><milestone ed="p" n="224" unit="card"/><l n="224">αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ·</l><q><l n="225">Ἀτρεΐδη τέο δʼ αὖτʼ ἐπιμέμφεαι ἠδὲ χατίζεις;</l><l n="226">πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες</l><l n="227">εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ</l><l n="228">πρωτίστῳ δίδομεν εὖτʼ ἂν πτολίεθρον ἕλωμεν.</l><l n="229">ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει</l><l n="230">Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα,</l><l n="231">ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν,</l><l n="232">ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι,</l><l n="233">ἥν τʼ αὐτὸς ἀπονόσφι κατίσχεαι; οὐ μὲν ἔοικεν</l><l n="234">ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν.</l><l n="235">ὦ πέπονες κάκʼ ἐλέγχεʼ Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοὶ</l><l n="236">οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δʼ ἐῶμεν</l><l n="237">αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται</l><l n="238">ἤ ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί·</l><l n="239">ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγʼ ἀμείνονα φῶτα</l><l n="240">ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.</l><l n="241">ἀλλὰ μάλʼ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων·</l><l n="242">ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο·</l></q><l n="243"><milestone ed="P" unit="para"/>ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν,</l><l n="244">Θερσίτης· τῷ δʼ ὦκα παρίστατο δῖος Ὀδυσσεύς,</l><l n="245">καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·</l><q><l n="246">Θερσῖτʼ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής,</l><l n="247">ἴσχεο, μηδʼ ἔθελʼ οἶος ἐριζέμεναι βασιλεῦσιν·</l><l n="248">οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον</l><l n="249">ἔμμεναι, ὅσσοι ἅμʼ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον.</l><l n="250">τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμʼ ἔχων ἀγορεύοις,</l><l n="251">καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις.</l><l n="252">οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα,</l><l n="253">ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν.</l><l n="254">τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν</l><l n="255">ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν</l><l n="256">ἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις.</l><l n="257">ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="258">εἴ κʼ ἔτι σʼ ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε,</l><l n="259">μηκέτʼ ἔπειτʼ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη,</l><l n="260">μηδʼ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην,</l><l n="261">εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω,</l><l n="262">χλαῖνάν τʼ ἠδὲ χιτῶνα, τά τʼ αἰδῶ ἀμφικαλύπτει,</l><l n="263">αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω</l></q></div></div></body></text></TEI>