<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><q><l n="196">θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων,</l><l n="197">τιμὴ δʼ ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς.</l></q><l n="198"><milestone ed="P" unit="para"/>ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι βοόωντά τʼ ἐφεύροι,</l><l n="199">τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ·</l><q><l n="200">δαιμόνιʼ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε,</l><l n="201">οἳ σέο φέρτεροί εἰσι, σὺ δʼ ἀπτόλεμος καὶ ἄναλκις</l><l n="202">οὔτέ ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ·</l><l n="203">οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδʼ Ἀχαιοί·</l><l n="204">οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω,</l><l n="205">εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω</l></q></div></div></body></text></TEI>