δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί· σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων. ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη τὸν δʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς· δαιμόνιʼ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι, ἀλλʼ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς· οὐ γάρ πω σάφα οἶσθʼ οἷος νόος Ἀτρεΐωνος· νῦν μὲν πειρᾶται, τάχα δʼ ἴψεται υἷας Ἀχαιῶν. ἐν βουλῇ δʼ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε. μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν·