<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><q><l n="180">σοῖς δʼ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,</l><l n="181">μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.</l></q><l n="182"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,</l><l n="183">βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε· τὴν δὲ κόμισσε</l><l n="184">κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει·</l><l n="185">αὐτὸς δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν</l><l n="186">δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί·</l><l n="187">σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.</l><milestone ed="p" n="188" unit="card"/><l n="188"><milestone ed="P" unit="para"/>ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη</l><l n="189">τὸν δʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·</l><q><l n="190">δαιμόνιʼ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι,</l><l n="191">ἀλλʼ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς·</l><l n="192">οὐ γάρ πω σάφα οἶσθʼ οἷος νόος Ἀτρεΐωνος·</l><l n="193">νῦν μὲν πειρᾶται, τάχα δʼ ἴψεται υἷας Ἀχαιῶν.</l><l n="194">ἐν βουλῇ δʼ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε.</l><l n="195">μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν·</l><l n="196">θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων,</l><l n="197">τιμὴ δʼ ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς.</l></q><l n="198"><milestone ed="P" unit="para"/>ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι βοόωντά τʼ ἐφεύροι,</l><l n="199">τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ·</l><q><l n="200">δαιμόνιʼ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε,</l><l n="201">οἳ σέο φέρτεροί εἰσι, σὺ δʼ ἀπτόλεμος καὶ ἄναλκις</l><l n="202">οὔτέ ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ·</l><l n="203">οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδʼ Ἀχαιοί·</l><l n="204">οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω,</l><l n="205">εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω</l></q></div></div></body></text></TEI>