οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν φεύξεσθʼ ἐν νήεσσι πολυκλήϊσι πεσόντες, κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης; ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν, μηδʼ ἔτʼ ἐρώει, σοῖς δʼ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον, μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας. ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης, βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε· τὴν δὲ κόμισσε κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει· αὐτὸς δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί·