<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="170">ἑσταότʼ· οὐδʼ ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης</l><l n="171">ἅπτετʼ, ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν·</l><l n="172">ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·</l><q><l n="173">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="174">οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν</l><l n="175">φεύξεσθʼ ἐν νήεσσι πολυκλήϊσι πεσόντες,</l><l n="176">κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε</l><l n="177">Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν</l><l n="178">ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης;</l><l n="179">ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν, μηδʼ ἔτʼ ἐρώει,</l><l n="180">σοῖς δʼ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,</l><l n="181">μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.</l></q><l n="182"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,</l><l n="183">βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε· τὴν δὲ κόμισσε</l><l n="184">κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει·</l><l n="185">αὐτὸς δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν</l><l n="186">δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί·</l><l n="187">σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.</l><milestone ed="p" n="188" unit="card"/><l n="188"><milestone ed="P" unit="para"/>ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη</l><l n="189">τὸν δʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·</l><q><l n="190">δαιμόνιʼ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι,</l><l n="191">ἀλλʼ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς·</l><l n="192">οὐ γάρ πω σάφα οἶσθʼ οἷος νόος Ἀτρεΐωνος·</l><l n="193">νῦν μὲν πειρᾶται, τάχα δʼ ἴψεται υἷας Ἀχαιῶν.</l><l n="194">ἐν βουλῇ δʼ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε.</l><l n="195">μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν·</l></q></div></div></body></text></TEI>