εὗρεν ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον ἑσταότʼ· οὐδʼ ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης ἅπτετʼ, ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν· ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη· διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ, οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν φεύξεσθʼ ἐν νήεσσι πολυκλήϊσι πεσόντες, κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης; ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν, μηδʼ ἔτʼ ἐρώει, σοῖς δʼ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον, μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας. ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης, βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε· τὴν δὲ κόμισσε κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει· αὐτὸς δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί· σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων. ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη τὸν δʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς· δαιμόνιʼ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι, ἀλλʼ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς· οὐ γάρ πω σάφα οἶσθʼ οἷος νόος Ἀτρεΐωνος· νῦν μὲν πειρᾶται, τάχα δʼ ἴψεται υἷας Ἀχαιῶν. ἐν βουλῇ δʼ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε. μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν· θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων, τιμὴ δʼ ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς. ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι βοόωντά τʼ ἐφεύροι, τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ· δαιμόνιʼ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε, οἳ σέο φέρτεροί εἰσι, σὺ δʼ ἀπτόλεμος καὶ ἄναλκις οὔτέ ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ· οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδʼ Ἀχαιοί· οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω, εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσι. ὣς ὅ γε κοιρανέων δίεπε στρατόν· οἳ δʼ ἀγορὴν δὲ αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων ἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος. ἄλλοι μέν ῥʼ ἕζοντο, ἐρήτυθεν δὲ καθʼ ἕδρας· Θερσίτης δʼ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα, ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν, ἀλλʼ ὅ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν ἔμμεναι· αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε· φολκὸς ἔην, χωλὸς δʼ ἕτερον πόδα· τὼ δέ οἱ ὤμω κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε φοξὸς ἔην κεφαλήν, ψεδνὴ δʼ ἐπενήνοθε λάχνη. ἔχθιστος δʼ Ἀχιλῆϊ μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆϊ· τὼ γὰρ νεικείεσκε· τότʼ αὖτʼ Ἀγαμέμνονι δίῳ ὀξέα κεκλήγων λέγʼ ὀνείδεα· τῷ δʼ ἄρʼ Ἀχαιοὶ ἐκπάγλως κοτέοντο νεμέσσηθέν τʼ ἐνὶ θυμῷ. αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ· Ἀτρεΐδη τέο δʼ αὖτʼ ἐπιμέμφεαι ἠδὲ χατίζεις; πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ πρωτίστῳ δίδομεν εὖτʼ ἂν πτολίεθρον ἕλωμεν. ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα, ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν, ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι, ἥν τʼ αὐτὸς ἀπονόσφι κατίσχεαι; οὐ μὲν ἔοικεν ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν. ὦ πέπονες κάκʼ ἐλέγχεʼ Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοὶ οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δʼ ἐῶμεν αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται ἤ ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί· ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγʼ ἀμείνονα φῶτα ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. ἀλλὰ μάλʼ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων· ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο· ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν, Θερσίτης· τῷ δʼ ὦκα παρίστατο δῖος Ὀδυσσεύς, καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ· Θερσῖτʼ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής, ἴσχεο, μηδʼ ἔθελʼ οἶος ἐριζέμεναι βασιλεῦσιν· οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον ἔμμεναι, ὅσσοι ἅμʼ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον. τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμʼ ἔχων ἀγορεύοις, καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις. οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα, ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν. τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν ἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις. ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· εἴ κʼ ἔτι σʼ ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε,