<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="146">ὤρορʼ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.</l><l n="147">ὡς δʼ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν</l><l n="148">λάβρος ἐπαιγίζων, ἐπί τʼ ἠμύει ἀσταχύεσσιν,</l><l n="149">ὣς τῶν πᾶσʼ ἀγορὴ κινήθη· τοὶ δʼ ἀλαλητῷ</l><l n="150">νῆας ἔπʼ ἐσσεύοντο, ποδῶν δʼ ὑπένερθε κονίη</l><l n="151">ἵστατʼ ἀειρομένη· τοὶ δʼ ἀλλήλοισι κέλευον</l><l n="152">ἅπτεσθαι νηῶν ἠδʼ ἑλκέμεν εἰς ἅλα δῖαν,</l><l n="153">οὐρούς τʼ ἐξεκάθαιρον· ἀϋτὴ δʼ οὐρανὸν ἷκεν</l><l n="154">οἴκαδε ἱεμένων· ὑπὸ δʼ ᾕρεον ἕρματα νηῶν.</l><milestone ed="p" n="155" unit="card"/><l n="155"><milestone ed="P" unit="para"/>ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη</l></div></div></body></text></TEI>