ὤρορʼ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων. ὡς δʼ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν λάβρος ἐπαιγίζων, ἐπί τʼ ἠμύει ἀσταχύεσσιν, ὣς τῶν πᾶσʼ ἀγορὴ κινήθη· τοὶ δʼ ἀλαλητῷ νῆας ἔπʼ ἐσσεύοντο, ποδῶν δʼ ὑπένερθε κονίη ἵστατʼ ἀειρομένη· τοὶ δʼ ἀλλήλοισι κέλευον ἅπτεσθαι νηῶν ἠδʼ ἑλκέμεν εἰς ἅλα δῖαν, οὐρούς τʼ ἐξεκάθαιρον· ἀϋτὴ δʼ οὐρανὸν ἷκεν οἴκαδε ἱεμένων· ὑπὸ δʼ ᾕρεον ἕρματα νηῶν. ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη