<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="144">κινήθη δʼ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης</l><l n="145">πόντου Ἰκαρίοιο, τὰ μέν τʼ Εὖρός τε Νότος τε</l><l n="146">ὤρορʼ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.</l><l n="147">ὡς δʼ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν</l><l n="148">λάβρος ἐπαιγίζων, ἐπί τʼ ἠμύει ἀσταχύεσσιν,</l><l n="149">ὣς τῶν πᾶσʼ ἀγορὴ κινήθη· τοὶ δʼ ἀλαλητῷ</l><l n="150">νῆας ἔπʼ ἐσσεύοντο, ποδῶν δʼ ὑπένερθε κονίη</l><l n="151">ἵστατʼ ἀειρομένη· τοὶ δʼ ἀλλήλοισι κέλευον</l><l n="152">ἅπτεσθαι νηῶν ἠδʼ ἑλκέμεν εἰς ἅλα δῖαν,</l><l n="153">οὐρούς τʼ ἐξεκάθαιρον· ἀϋτὴ δʼ οὐρανὸν ἷκεν</l><l n="154">οἴκαδε ἱεμένων· ὑπὸ δʼ ᾕρεον ἕρματα νηῶν.</l><milestone ed="p" n="155" unit="card"/><l n="155"><milestone ed="P" unit="para"/>ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη</l><l n="156">εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·</l><q><l n="157">ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,</l><l n="158">οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν</l><l n="159">Ἀργεῖοι φεύξονται ἐπʼ εὐρέα νῶτα θαλάσσης,</l><l n="160">κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν</l><l n="161">Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν</l><l n="162">ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης·</l><l n="163">ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων·</l><l n="164">σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,</l><l n="165">μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.</l></q><l n="166"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="167">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα·</l><l n="168">καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="169">εὗρεν ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον</l></div></div></body></text></TEI>